Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.405 Joseph. AJ 15.410 (English) >>Joseph. AJ 15.414

15.408πρότερον δʼ ἦν ὑπὸ σφραγῖδα τοῦ ἀρχιερέως καὶ τῶν γαζοφυλάκων, καὶ πρὸ μιᾶς ἡμέρας τῆς ἑορτῆς ἐπὶ τὸν Ῥωμαίων φρούραρχον ἀναβαίνοντες οἱ γαζοφύλακες καὶ καταμανθάνοντες τὴν ἑαυτῶν σφραγῖδα τὴν στολὴν ἐλάμβανον. εἶτʼ αὖθις τῆς ἑορτῆς παρελθούσης εἰς τὸν αὐτὸν κομίσαντες τόπον καὶ τῷ φρουράρχῳ δείξαντες σύμφωνον τὴν σφραγῖδα κατετίθεντο. 15.409ταῦτα μὲν οὖν ὑπὸ τοῦ πάθους τῶν ἐπισυμβεβηκότων παρεδηλώθη. τότε δʼ οὖν τῶν Ἰουδαίων βασιλεὺς Ἡρώδης καὶ ταύτην τὴν βᾶριν ὀχυρωτέραν κατασκευάσας ἐπʼ ἀσφαλείᾳ καὶ φυλακῇ τοῦ ἱεροῦ, χαριζόμενος Ἀντωνίῳ φίλῳ μὲν αὐτοῦ Ῥωμαίων δὲ ἄρχοντι προσηγόρευσεν Ἀντωνίαν. 15.410

Ἐν δὲ τοῖς ἑσπερίοις μέρεσιν τοῦ περιβόλου πύλαι τέτταρες ἐφέστασαν, μὲν εἰς τὰ βασίλεια τείνουσα τῆς ἐν μέσῳ φάραγγος εἰς δίοδον ἀπειλημμένης, αἱ δύο δὲ εἰς τὸ προάστειον, λοιπὴ δʼ εἰς τὴν ἄλλην πόλιν βαθμίσιν πολλαῖς κάτω τε εἰς τὴν φάραγγα διειλημμένη καὶ ἀπὸ ταύτης ἄνω πάλιν ἐπὶ τὴν πρόσβασιν· ἄντικρυς γὰρ πόλις ἔκειτο τοῦ ἱεροῦ θεατροειδὴς οὖσα περιεχομένη βαθείᾳ φάραγγι κατὰ πᾶν τὸ νότιον κλίμα. 15.411τὸ δὲ τέταρτον αὐτοῦ μέτωπον τὸ πρὸς μεσημβρίαν εἶχε μὲν καὶ αὐτὸ πύλας κατὰ μέσον, ἐπʼ αὐτοῦ δὲ τὴν βασίλειον στοὰν τριπλῆν κατὰ μῆκος διιοῦσαν ἀπὸ τῆς ἑῴας φάραγγος ἐπὶ τὴν ἑσπέριον· οὐ γὰρ ἦν ἐκτεῖναι προσωτέρω δυνατόν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.405 Joseph. AJ 15.410 (English) >>Joseph. AJ 15.414

Powered by PhiloLogic